Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.94 Joseph. AJ 14.99 (English) >>Joseph. AJ 14.104

14.97καὶ τοιαύτῃ μὲν Ἀριστόβουλος χρησάμενος τύχῃ πάλιν εἰς Ῥώμην ἀναπέμπεται καὶ δεθεὶς αὐτόθι κατείχετο, βασιλεύσας μὲν καὶ ἀρχιερατεύσας ἔτη τρία καὶ μῆνας ἕξ, ἀνὴρ δὲ λαμπρὸς καὶ μεγαλόψυχος γενόμενος. τὰ μέντοι τέκνα αὐτοῦ ἀνῆκεν σύγκλητος Γαβινίου γράψαντος τοῦθʼ ὑπεσχῆσθαι τῇ μητρὶ παραδούσῃ τὰ ἐρύματα. καὶ ταῦτα μὲν εἰς τὴν Ἰουδαίαν ἐπανέρχεται. 14.98

Γαβινίῳ δὲ ἐπὶ Πάρθους στρατεύοντι καὶ τὸν Εὐφράτην ἤδη πεπεραιωμένῳ μετέδοξεν εἰς τὴν Αἴγυπτον ὑποστρέψαντι καταστῆσαι Πτολεμαῖον εἰς αὐτήν. καὶ ταῦτα μὲν καὶ ἐν ἄλλοις δεδήλωται. 14.99Γαβινίῳ μέντοι κατὰ τὴν στρατείαν ἣν ἐφʼ Ὑρκανὸν ἐστείλατο Ἀντίπατρος ὑπηρέτησεν σῖτον καὶ ὅπλα καὶ χρήματα, καὶ τοὺς ὑπὲρ Πηλούσιον τῶν Ἰουδαίων οὗτος αὐτῷ προσηγάγετο καὶ συμμάχους ἐποίησεν φύλακας ὄντας τῶν εἰς τὴν Αἴγυπτον ἐμβολῶν. 14.100ἐπανελθὼν δʼ ἐκ τῆς Αἰγύπτου καταλαμβάνει τὴν Συρίαν στάσει καὶ ταραχῇ νοσοῦσαν· γὰρ Ἀριστοβούλου παῖς Ἀλέξανδρος παρελθὼν ἐξ ὑστέρου πάλιν εἰς τὴν ἀρχὴν κατὰ βίαν πολλοὺς μὲν τῶν Ἰουδαίων ἀπέστησεν, στρατεύματι δὲ μεγάλῳ τὴν χώραν ἐπερχόμενος ἔκτεινε πάντας ὅσους ἐπιτύχοι τῶν Ῥωμαίων εἴς τε ὄρος τὸ καλούμενον Γαριζεὶν συμφυγόντας προσέκειτο πολιορκῶν. 14.101

δὲ Γαβίνιος τοιαῦτα τὰ κατὰ τὴν Συρίαν καταλαβὼν Ἀντίπατρον, συνετὸς γὰρ ἦν, πέμπει πρὸς τοὺς νενοσηκότας, εἰ παῦσαι δυνηθείη τῆς παραφροσύνης αὐτοὺς καὶ πεῖσαι πρὸς τὸν ἀμείνω λογισμὸν ἐπανελθεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.94 Joseph. AJ 14.99 (English) >>Joseph. AJ 14.104

Powered by PhiloLogic